Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.167.2 Hdt. 4.169.1 (English) >>Hdt. 4.172.1

4.168.1 οἰκέουσι δὲ κατὰ τάδε Λίβυες. ἀπʼ Αἰγύπτου ἀρξάμενοι πρῶτοι Ἀδυρμαχίδαι Λιβύων κατοίκηνται, οἳ νόμοισι μὲν τὰ πλέω Αἰγυπτίοισι χρέωνται, ἐσθῆτα δὲ φορέουσι οἵην περ οἱ ἄλλοι Λίβυες. αἱ δὲ γυναῖκες αὐτῶν ψέλιον περὶ ἑκατέρῃ τῶν κνημέων φορέουσι χάλκεον· τὰς κεφαλὰς δὲ κομῶσαι, τοὺς φθεῖρας ἐπεὰν λάβωσι τοὺς ἑωυτῆς ἑκάστη ἀντιδάκνει καὶ οὕτω ῥίπτει. 4.168.2 οὗτοι δὲ μοῦνοι Λιβύων τοῦτο ἐργάζονται , καὶ τῷ βασιλέι μοῦνοι τὰς παρθένους μελλούσας συνοικέειν ἐπιδεικνύουσι. δὲ ἂν τῷ βασιλέι ἀρεστὴ γένηται, ὑπὸ τούτου διαπαρθενεύεται. παρήκουσι δὲ οὗτοι οἱ Ἀδυρμαχίδαι ἀπʼ Αἰγύπτου μέχρι λιμένος τῷ οὔνομα Πλυνός ἐστι.

ch. 169 4.169.1 τούτων δὲ ἔχονται Γιλιγάμαι, νεμόμενοι τὸ πρὸς ἑσπέρην χώρην noteμέχρι Ἀφροδισιάδος νήσου. ἐν δὲ τῷ μεταξὺ τούτου χώρῳ note τε Πλατέα νῆσος ἐπικέεται, τὴν ἔκτισαν οἱ Κυρηναῖοι, καὶ ἐν τῇ ἠπείρῳ Μενέλαος λιμήν ἐστι καὶ Ἄζιρις, τὴν οἱ Κυρηναῖοι οἴκεον, καὶ τὸ σίλφιον ἄρχεται ἀπὸ τούτου· 4.169.2 παρήκει δὲ ἀπὸ Πλατέης νήσου μέχρι τοῦ στόματος τῆς Σύρτιος τὸ σίλφιον. νόμοισι δὲ χρέωνται οὗτοι παραπλησίοισι τοῖσι ἑτέροισι.

ch. 170 4.170.1 Γιλιγαμέων δὲ ἔχονται τὸ πρὸς ἑσπέρης Ἀσβύσται. οὗτοι ὑπὲρ Κυρήνης οἰκέουσι. ἐπὶ θάλασσαν δὲ οὐ κατήκουσι Ἀσβύσται τὸ γὰρ παρὰ θάλασσαν Κυρηναῖοι νέμονται. τεθριπποβάται δὲ οὐκ ἥκιστα ἀλλὰ μάλιστα Λιβύων εἰσί, νόμους δὲ τοὺς πλεῦνας μιμέεσθαι ἐπιτηδεύουσι τοὺς Κυρηναίων.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.167.2 Hdt. 4.169.1 (English) >>Hdt. 4.172.1

Powered by PhiloLogic